Add parallel Print Page Options

Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε [a]καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι [b]ἀνοιγήσεται. ἢ τίς [c]ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν [d]αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 [e]ἢ καὶ [f]ἰχθὺν αἰτήσει— μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.

12 Πάντα οὖν ὅσα [g]ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.

13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα [h]ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· 14 [i]ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:6 καταπατήσουσιν WH Treg NIV ] καταπατήσωσιν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8 ἀνοιγήσεται WH NIV RP ] ἀνοίγεται Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 ἐστιν NIV RP ] WH Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 αἰτήσει WH Treg NA ] ἐὰν αἰτήσῃ NIV RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 WH Treg NIV ] RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 ἰχθὺν αἰτήσει WH Treg NIV ] ἐὰν ἰχθὺν αἰτήσῃ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12 ἐὰν WH NIV ] ἂν Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13 ἡ πύλη Treg NIV RP ] WH
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14 ὅτι WH ] ὅτι δὲ NIV; τί Treg RP NA